1 Kings 12:24o
Greek · Brenton
καὶ λόγος Κυρίου ἐγένετο πρὸς Σαμαίαν τὸν Ἐνλαμὶ, λέγων, λάβε σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς εἰς ὕδωρ, καὶ ῥῆξον αὐτὸ δώδεκα ῥήγματα, καὶ δώσεις τῷ Ἱεροβοὰμ, καὶ ἐρεῖς αὐτῷ, τάδε λέγει Κύριος, λάβε σεαυτῷ δέκα ῥήγματα τοῦ περιβαλέσθαι σε· καὶ ἔλαβεν Ἱεροβοάμ· καὶ εἶπε Σαμαίας, τάδε λέγει Κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ Ἰσραήλ.