1 Kings 12:24r
Greek · Brenton
Καὶ διεσκέδασε Ῥοβοὰμ τὴν βουλὴν αὐτῶν, καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ· καὶ ἀπέστειλε, καὶ εἰσήγαγε τοὺς συντρόφους αὐτοῦ, καὶ ἐλάλησεν αὐτοῖς, ταῦτα καὶ ταῦτα ἀπέσταλκεν ὁ λαὸς πρὸς μὲ, λέγων· καὶ εἶπαν οἱ σύντροφοι αὐτοῦ, οὕτως λαλήσεις πρὸς τὸν λαὸν, λέγων, ἡ μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσφῦν τοῦ πατρός μου· ὁ πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιξιν, ἐγὼ δὲ κατάρξω ὑμᾶς ἐν σκορπίοις.