OpenLXX
1 Kings 12

1 Kings 12:24t

Septuagint · public domain
Greek · Brenton
καὶ εἶπε πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἀνέκραξαν ἅπαντες, λέγοντες, οὐ μερὶς ἡμῖν ἐν Δαυὶδ, οὐδὲ κληρονομία ἐν υἱῷ Ἰεσσαί· ἕκαστος εἰς τὰ σκηνώματά σου Ἰσραὴλ, ὅτι ὁ ἄνθρωπος οὗτος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον·