OpenLXX
3 Maccabees 4
All threeThomsonBrentonGreek

3 Maccabees 4:16

Septuagint · public domain
Greek · Brenton
Μεγάλως δὲ καὶ διηνεκῶς ὁ βασιλεὺς χαρᾷ πεπληρωμένος, συμπόσια ἐπὶ πάντων τῶν εἰδώλων συνιστάμενος, πεπλανημένῃ, πόῤῥω τῆς ἀληθείας φρενὶ καὶ βεβήλῳ στόματι, τὰ μὲν κωφὰ καὶ μὴ δυνάμενα αὐτοῖς λαλεῖν ἢ ἀρήγειν, ἐπαινῶν, εἰς δὲ τὸν μέγιστον Θεὸν τὰ μὴ καθήκοντα λαλῶν.