OpenLXX
4 Maccabees 4
All threeThomsonBrentonGreek

4 Maccabees 4:1

Septuagint · public domain
Greek · Brenton
Σίμων γάρ τις πρὸς Ὀνίαν ἀντιπολιτεύομενος τόν ποτε τὴν ἀρχιερωσύνην ἔχοντα διὰ βίου, καλὸν καὶ ἀγαθὸν ἄνδρα, ἐπειδὴ πάντα τρόπον διαβάλλων ὑπὲρ τοῦ ἔθνους οὐκ ἰσχυσεν κακῶσαι, φυγὰς ᾤχετο, τὴν πατρίδα προδώσων.