Judith 14:3
Greek · Brenton
Καὶ ἀναλαβόντες οὗτοι τὰς πανοπλίας αὐτῶν, πορεύσονται εἰς τὴν παρεμβολὴν αὐτῶν, καὶ ἐγεροῦσι τοὺς στρατηγοὺς τῆς δυνάμεως Ἀσσοὺρ, καὶ συνδραμοῦνται ἐπὶ τὴν σκηνὴν Ὀλοφέρνου, καὶ οὐχ εὑρήσουσιν αὐτὸν, καὶ ἐπιπεσεῖται ἐπʼ αὐτοὺς φόβος, καὶ φεύξονται ἀπὸ προσώπου ὑμῶν.