Judith 7:1
Greek · Brenton
Τῇ δʼ ἐπαύριον παρήγγειλεν Ὀλοφέρνης πᾶσῃ τῇ στρατιᾷ αὐτοῦ, καὶ παντὶ τῷ λαῷ αὐτοῦ, οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτοῦ, ἀναζευγνύειν ἐπὶ Βετυλούα, καὶ τὰς ἀναβάσεις τῆς ὀρεινῆς προκαταλαμβάνεσθαι, καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ἰσραήλ.