Judith 7:18
Greek · Brenton
Καὶ ἀνέβησαν υἱοὶ Ἡσαῦ, καὶ οἱ υἱοὶ Ἀμμών, καὶ παρενέβαλον ἐν τῇ ὀρεινῇ ἀπέναντι Δωθαῒμ, καὶ ἀπέστειλαν ἐξ αὐτῶν πρὸς Νότον καὶ ἀπηλιώτην ἀπέναντι Ἐκρεβὴλ, ἥ ἐστι πλησίον Χοὺς, ἥ ἐστιν ἐπὶ τοῦ χειμάῤῥου Μοχμούρ· καὶ ἡ λοιπὴ στρατιὰ τῶν Ἀσσυρίων παρενέβαλον ἐν τῷ πεδίῳ, καὶ ἐκάλυψαν πᾶν τὸ πρόσωπον τῆς γῆς· καὶ αἱ σκηναὶ καὶ αἱ ἀπαρτίαι αὐτῶν κατεστρατοπέδευσαν ἐν ὄχλῳ πολλῷ, καὶ ἦσαν εἰς πλῆθος πολὺ σφόδρα.