Judith 9:2
Greek · Brenton
κύριε ὁ Θεὸς τοῦ πατρός μου Συμεὼν, ᾧ ἔδωκας ἐν χειρὶ ῥομφαίαν εἰς ἐκδίκησιν ἀλλογενῶν, οἳ ἔλυσαν μήτραν παρθένου εἰς μίασμα, καὶ ἐγύμνωσαν μηρὸν εἰς αἰσχύνην, καὶ ἐβεβήλωσαν μήτραν εἰς ὄνειδος· εἶπας γὰρ, οὐχ οὕτως ἔσται, καὶ ἐποίησαν·