OpenLXX
Nehemiah 3

Nehemiah 3:1

Septuagint · public domain
Greek · Brenton
Καὶ ἀνέστη Ἐλιασοὺβ ὁ ἱερεὺς ὁ μέγας, καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἱερεῖς, καὶ ᾠκοδόμησαν τὴν πύλην τὴν προβατικήν· αὐτοὶ ἡγίασαν αὐτὴν, καὶ ἔστησαν θύρας αὐτῆς, καὶ ἕως πύργου τῶν ἑκατὸν ἡγίασαν ἕως πύργου Ἀναμεήλ.