Tobit 1:4
Greek · Brenton
Καὶ ὅτι ἤμην ἐν τῇ χώρᾳ μου ἐν τῇ γῇ Ἰσραὴλ, νεωτέρου μου ὄντος, πᾶσα φυλὴ τοῦ Νεφθαλὶ τοῦ πατρός μου ἀπέστη ἀπὸ τοῦ οἴκου Ἰεροσολύμων, τῆς ἐκλεγείσης ἀπὸ πασῶν τῶν φυλῶν Ἰσραὴλ, εἰς τὸ θυσιάζειν πάσας τὰς φυλάς· καὶ ἡγιάσθη ὁ ναὸς τῆς κατασκηνώσεως τοῦ ὑψίστου, καὶ ᾠκοδομήθη εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.