Tobit 12:6
Greek · Brenton
Τότε καλέσας τοὺς δύο κρυπτῶς, εἶπεν αὐτοῖς, εὐλογεῖτε τὸν Θεὸν, καὶ αὐτῷ ἐξομολογεῖσθε, καὶ μεγαλωσύνην δίδοτε αὐτῷ, καὶ ἐξομολογεῖσθε αὐτῷ ἐνώπιον πάντων τῶν ζώντων περὶ ὧν ἐποίησε μεθʼ ὑμῶν· ἀγαθὸν τὸ εὐλογεῖν τὸν Θεὸν, καὶ ὑψοῦν τὸ ὄνομα αὐτοῦ, τοὺς λόγους τῶν ἔργων τοῦ Θεοῦ ἐντίμως ὑποδεικνύοντες· καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ.