Tobit 13:6
Greek · Brenton
Ἐὰν ἐπιστρέψητε πρὸς αὐτὸν ἐν ὅλῃ τῇ καρδίᾳ ὑμῶν, καὶ ἐν ὅλῃ τῇ ψυχῇ ὑμῶν, ποιῆσαι ἐνώπιον αὐτοῦ ἀλήθειαν, τότε ἐπιστρέψει πρὸς ὑμᾶς, καὶ οὐ μὴ κρύψει τὸ πρόσωπον αὐτοῦ ἀφʼ ὑμῶν· καὶ θεάσασθε ἃ ποιήσει μεθʼ ὑμῶν, καὶ ἐξομολογήσασθε αὐτῷ ἐν ὅλῳ τῷ στόματι ὑμῶν, καὶ εὐλογήσατε τὸν Κύριον τῆς δικαιοσύνης, καὶ ὑψώσατε τὸν βασιλέα τῶν αἰώνων· ἐγὼ ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου ἐξομολογοῦμαι αὐτῷ, καὶ δεικνύω τὴν ἰσχὺν καὶ τὴν μεγαλωσύνην αὐτοῦ ἔθνει ἁμαρτωλῶν· ἐπιστρέψατε ἁμαρτωλοὶ, καὶ ποιήσατε δικαιοσύνην ἐνώπιον αὐτοῦ· τίς γινώσκει εἰ θελήσει ὑμᾶς, καὶ ποιήσει ἐλεημοσύνην ὑμῖν;