Tobit 6:17
Greek · Brenton
καὶ καπνίσεις, καὶ ὀσφρανθήσεται τὸ δαιμόνιον, καὶ φεύξεται, καὶ οὐκ ἐπανελεύσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. ὅταν δὲ προσπορεύῃ αὐτῇ, ἐγέρθητε ἀμφότεροι, καὶ βοήσατε πρὸς τὸν ἐλεήμονα Θεὸν, καὶ σώσει ὑμᾶς, καὶ ἐλεήσει· μὴ φοβοῦ, ὅτι σοὶ αὕτη ἡτοιμασμένη ἦν ἀπὸ τοῦ αἰῶνος, καὶ σὺ αὐτὴν σώσεις, καὶ πορεύσεται μετὰ σοῦ, καὶ ὑπολαμβάνω ὅτι σοὶ ἔσται ἐξ αὐτῆς παιδία· καὶ ὡς ἤκουσε Τωβίας ταῦτα, ἐφίλησεν αὐτὴν, καὶ ἡ ψυχὴ αὐτοῦ ἐκολλήθη σφόδρα αὐτῇ· καὶ ἦλθεν εἰς Ἐκβάτανα.