Esther 6:13
Greek · Brenton
Καὶ διηγήσατο Ἀμὰν τὰ συμβεβηκότα αὐτῷ Ζωσάρᾳ τῇ γυναικὶ αὐτοῦ, καὶ τοῖς φίλοις· καὶ εἶπαν πρὸς αὐτὸν οἱ φίλοι, καὶ ἡ γυνή εἰ ἐκ γένους Ἰουδαίων Μαρδοχαῖος, ἦρξαι ταπεινοῦσθαι ἐνώπιον αὐτοῦ, πεσὼν πεσῇ· καὶ οὐ μὴ δύνῃ αὐτὸν ἀμύνασθαι, ὅτι Θεὸς ζῶν μετʼ αὐτοῦ.